7.186 συνίησι δὲ ὁ βασιλεὺς ὑπόβλητον οὖσαν τὴν σκῆψιν ἐξ Ἰωάβου καὶ τῆς τούτου σπουδῆς· καὶ ἐπειδὴ παρὰ τῆς πρεσβύτιδος πυθόμενος οὕτως ἔχον τἀληθὲς ἔμαθε, προσκαλεσάμενος τὸν Ἰώαβον ἐπιτυχεῖν τε τοῦ προκειμένου κατὰ νοῦν ἔφασκε καὶ τὸν Ἀψάλωμον ἄγειν ἐκέλευεν· οὐ γὰρ ἔτι χαλεπῶς ἔχειν πρὸς αὐτόν, ἀλλʼ ἤδη τὴν ὀργὴν καὶ τὸν θυμὸν ἀφεικέναι.
7.187ὁ δὲ προσκυνήσας τὸν βασιλέα καὶ τοὺς λόγους ἀσπασάμενος ἐξώρμησεν εἰς τὴν Γεσσούραν παραυτίκα καὶ τὸν Ἀψάλωμον παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα.
7.188
Προέπεμψε δὲ ὁ βασιλεὺς πρόσθεν πρὸς τὸν υἱόν, ἤκουσε γὰρ παραγενόμενον, καὶ πρὸς ἑαυτὸν ἐκέλευσε χωρεῖν· οὔπω γὰρ οὕτως ἔχειν ὥστʼ εὐθὺς ἰδεῖν κατελθόντα. καὶ ὁ μὲν τοῦτο τοῦ πατρὸς κελεύσαντος ἐξέκλινε τὴν ὄψιν αὐτοῦ καὶ διετέλει τῆς παρὰ τῶν οἰκείων θεραπείας τυγχάνων.
7.189οὐκ ἐπιβέβλαπτο δʼ εἰς τὸ κάλλος ὑπό τε τῆς λύπης καὶ τοῦ μὴ τυγχάνειν τῆς προσηκούσης ἐπιμελείας υἱῷ βασιλέως, ἀλλʼ ἔτι γὰρ ἐξεῖχε καὶ διέπρεπε πᾶν τῷ τε εἴδει καὶ τῷ μεγέθει τοῦ σώματος καὶ τοὺς ἐν πολλῇ τρυφῇ διαιτωμένους ὑπερέβαλλε. τοσοῦτον μέντοι γε ἦν τὸ βάθος τῆς κόμης, ὡς μόλις αὐτὴν ἡμέραις ἀποκείρειν ὀκτὼ σταθμὸν ἕλκουσαν σίκλους διακοσίους· οὗτοι δʼ εἰσὶ πέντε μναῖ.